Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.117 Dem. 19.120 (English) >>Dem. 19.123

19.119καίτοι τίς κοινωνία, τίς πολλὴ πρόνοιʼ ὑπὲρ Φιλοκράτους αὕτη; ὃς εἰ τὰ κάλλιστα καὶ πάντα τὰ συμφέροντʼ ἐπεπρεσβεύκει, χρήματα δʼ ὡμολόγει λαβεῖν ἐκ τῆς πρεσβείας, ὥσπερ ὡμολόγει, τοῦτό γʼ αὐτὸ φυγεῖν καὶ διευλαβηθῆναι τῷ προῖκα πρεσβεύοντι προσῆκε, καὶ διαμαρτύρεσθαι τὸ καθʼ αὑτόν. οὐ τοίνυν πεποίηκε τοῦτʼ Αἰσχίνης. ταῦτʼ οὐ φανέρʼ, ἄνδρες Ἀθηναῖοι; ταῦτʼ οὐχὶ βοᾷ καὶ λέγει ὅτι χρήματʼ εἴληφεν Αἰσχίνης καὶ πονηρός ἐστιν ἀργυρίου συνεχῶς, οὐ διʼ ἀβελτερίαν οὐδὲ διʼ ἄγνοιαν, οὐδʼ ἀποτυγχάνων;

19.120καὶ τίς μου καταμαρτυρεῖ, φήσει, δῶρα λαβεῖν; τοῦτο γάρ ἐστι τὸ λαμπρόν. τὰ πράγματʼ, Αἰσχίνη, ἅπερ πιστότατʼ ἐστὶν ἁπάντων, καὶ οὐκ ἔνεστʼ εἰπεῖν οὐδʼ αἰτιάσασθαι ὡς πεπεισμένʼ χαριζόμενά τῴ ἐστι τοιαῦτα, ἀλλʼ οἷάπερ αὐτὰ προδοὺς καὶ διαφθείρας σὺ πεποίηκας, τοιαῦτʼ ἐξεταζόμενα φαίνεται. πρὸς δὲ τοῖς πράγμασιν αὐτὸς αὐτίκα δὴ σὺ σαυτοῦ. ἀπόκριναι γὰρ δεῦρʼ ἀναστάς μοι. οὐ γὰρ δὴ διʼ ἀπειρίαν γʼ οὐ φήσεις ἔχειν τι εἴπῃς· ὃς γὰρ ἀγῶνας καινοὺς ὥσπερ δράματα, καὶ τούτους ἀμαρτύρους, πρὸς διαμεμετρημένην τὴν ἡμέραν αἱρεῖς διώκων, δῆλον ὅτι πάνδεινος εἶ τις.

19.121πολλῶν τοίνυν καὶ δεινῶν ὄντων τῶν πεπραγμένων Αἰσχίνῃ τουτῳί, καὶ πολλὴν κακίαν ἐχόντων, ὡς καὶ ὑμῖν οἴομαι δοκεῖν, οὐδέν ἐστιν οὗ μέλλω λέγειν, ὡς ἐγὼ κρίνω, δεινότερον, οὐδʼ τι μᾶλλον ἐπʼ αὐτοφώρῳ δεδωροδοκηκότʼ αὐτὸν καὶ πεπρακότα πάντʼ ἐξελέγξει. ἐπειδὴ γὰρ ἀπεστέλλετʼ αὖθις αὖ τὸ τρίτον τοὺς πρέσβεις ὡς τὸν Φίλιππον, ἐπὶ ταῖς καλαῖς καὶ μεγάλαις ἐλπίσι ταύταις αἷς οὗτος ὑπέσχητο, ἐχειροτονήσατε καὶ τοῦτον κἀμὲ καὶ τῶν ἄλλων τοὺς πλείστους τοὺς αὐτούς.



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.117 Dem. 19.120 (English) >>Dem. 19.123

Powered by PhiloLogic